Σημειώσεις Κεφαλαίου 1.11
- [←1]
-
Παχυμέρης, βιβλ. IV, κεφ. 34.
Τὰ κατὰ τὸν ἄρχοντα τῶν Λαζῶν Ἰωάννην καὶ ὅπως αὐτὸν ὁ κρατῶν ἐπεγάμβρευσεν. Βασιλεῖ δὲ οὐ μόνον τῶν αὐτοῦ μετῆν εἰς κόσμον σφᾶς ἄγειν τὸν πρέποντα, ἀλλὰ καὶ τοὺς μηδὲν προσήκοντας κατά τινα δεσποτείαν, ὑπερῃρμένους τὰ μέτρα, συστέλλειν διὰ σπουδῆς ἦν. Καὶ τοὺς μὲν ἄλλους, δόρυ κινῶν, ἠνάγκαζε τοῖς μετρίοις χρῆσθαι, τὸ μὲν αὐτόνομον ἐκ τύχης ἔχοντας σφᾶς καὶ συμβάματος, τὸ δ’ ἄλλως ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν καὶ βασιλείας δικαίοις κατωφρυῶσθαι κινδυνῶδες ἑαυτοῖς μαθόντας. Τῷ δέ γε τῆς τῶν Λαζῶν ἄρχοντι Ἰωάννῃ, παρασήμοις βασιλικοῖς ἐμπομπεύοντι, οὐ μετὸν ὅλως βασιλείας ἐκείνῳ, πέμπων πολλάκις ἐπήγγελλε τῆς μὲν καθ’ αὑτὸν ἐξουσίας ἀνέδην ἔχειν ὡς βούλεται, ὀνομάτων δὲ καὶ παρασήμων βασιλικῶν φείδεσθαι· μηδὲ γὰρ ἄξιον, αὐτοῦ βασιλέως ὄντος ἐπ’ αὐτοῦ βασιλείου θώκου καὶ πόλεως, καί τινας ἄλλους ἐπὶ τοῦ μείζονός τε καὶ ὑπερτάτου φημίζεσθαι ἀξιώματος, ἀλλά, μέρος ὄντα κἀκεῖνον, ἐπισυνάπτειν τῷ ὅλῳ, μηδ’ οὕτως βασιλικῇ τάξει τὴν σύγχυσιν ἐπιφέρειν…. κλπ.
- [←2]
-
Παχυμέρης, στο ίδιο.
Μείω γὰρ φθόνον πεδίλων εἶναι κοκκοβαφῶν καὶ βασιλείας ὀνόματος τῷ τὰ μείζω ἔχοντι· τὰ δ' ἦν ὡς ἔλεγεν, ὑπόπτωσίς τε καὶ δουλικὴ εὐτυχία καὶ εἰρηνικαὶ σπονδαὶ καὶ πρὸς τὸ συγκεχωρηκὸς ἐφ’ ἅπασιν.
- [←3]
-
Παχυμέρης, βιβλ. VI, κεφ. 34. Dzovius Annal. Eccles. ad ann. 1281, σελ. 925. Σύμφωνα με τον ελληνικό τρόπο υπολογισμού, το έτος 1282 ξεκινούσε την 1η Σεπτεμβρίου 1281 σύμφωνα με τον τρόπο μέτρησης που χρησιμοποιούμε, εξ ου και η διαφορά στις πληροφορίες.
- [←4]
-
Νικηφόρος Γρηγοράς βιβλ. XI, κεφ. 8, A B Γ Δ.
(A.) Ἐν τούτῳ τῷ ἔαρι καὶ Βασίλειος, ὁ τῆς Τραπεζοῦντος τὴν ἐξουσίαν διεζωσμένος, νόσῳ βραχείᾳ τὸν βίον ἀπέλιπεν. οἶμαι δέ τις θεομηνία τοῦ βίου τοῦτον ἐξαίφνης ἐξήγαγεν. Εἰρήνῃ γὰρ τῇ τοῦ βασιλέως θυγατρὶ συνοικήσας ἐπὶ σμικρὸν νομίμως ὁμοῦ καὶ δικαίως, μετά γε τῆς ἀνηκούσης ὁμοφροσύνης καὶ σωφροσύνης, εἶτα τοὺς γαμικοὺς μετενήνοχεν ἔρωτας εἰς ἑταιρίδα τινὰ, καλουμένην καὶ ταύτην Εἰρήνην. καὶ ταύτῃ λοιπὸν ἀθέσμως μιγνύμενος εἰς μῖσος ἐτράπετο τῆς νομίμου. τοῦ δὲ χρόνου προβαίνοντος ὁρῶν οὐκ ἀνεχομένην τὴν βασιλίδα τὸ τοῦ πράγματος ἄτοπον, ἀλλ' ἐπιβοωμένην οὐρανόν τε καὶ γῆν καὶ πᾶσιν ἐξαγγέλλουσαν τὸ τῆς καρδίας πῦρ, ἐξήλασε καὶ τῆς αὐθεντικῆς οἰκίας αὐτήν. τάχα δ' ἂν καὶ θάνατον ἐπήνεγκεν αὐτῇ βίαιον, εἰ μὴ ἐδεδίει τὸν δῆμον, σφοδρῶς κατ' αὐτοῦ δι' αὐτό γε τουτὶ θορυβούμενόν τε καὶ στασιάζοντα. ἐν μέντοι ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ τοῖς πομπικοῖς θεάτροις τῶν πανηγυρικῶν ἑορτῶν Βασιλείου καὶ Εἰρήνης ἡ μνήμη τὴν εὐφημίαν ἐκρότει· κἀντεῦθεν ἐπλήρου τήν τε ἐρωτικὴν ἔφεσιν ὁ Βασίλειος ἑαυτοῦ, καὶ ἅμα τὴν τοῦ δήμου ζήτησιν, προσποιούμενος τὸ λανθάνειν διὰ τῆς ὁμωνυμίας· ὡς καὶ ὑποψίαν διὰ ταῦτα γενέσθαι, λαθραίαις ἐπιβουλαῖς τῆς βασιλίδος Εἰρήνης συμβῆναι τῷ Βασιλείῳ τὸν θάνατον. τελευτήσαντος δ' ὅμως εἴθ' οὕτως εἴτ' ἐκείνως αὐτοῦ, εἰσῆλθε μὲν ἡ νόμιμος ἐκείνη σύζυγος Εἰρήνη μετὰ πάσης τῆς βασιλικῆς ἐξουσίας εἰς τὰ βασίλεια· ἐξήλασε δ' ἐκεῖθεν εὐθὺς τὴν ὁμώνυμον μὲν, ἀλλοτριότροπον δὲ καὶ παράνομον Βασιλείου σύζυγον· καὶ μέντοι καὶ κοινῇ ψήφῳ τῶν Τραπεζουντίων ἐξόριστον πέμπει πρὸς τὸ Βυζάντιον ἅμα τοῖς τέκνοις.
(Β.) Συνεκπέμπει δὲ καὶ πρέσβεις ἐς βασιλέα τὸν πατέρα αὐτῆς, κομίσοντας τὸν αὐτῇ μὲν νομίμως συζευχθησόμενον, διαδεξόμενον δὲ καὶ τὴν τῆς βασιλείας ἐκείνης ἀρχήν. οἳ δὴ καὶ ἐς Βυζάντιον ἐνδημήσαντες ἐπεὶ τὸν βασιλέα περὶ Θεσσαλονίκην ἤκουον διατρίβειν, ἐκεῖσε καὶ αὐτοὶ ποιεῖσθαι ἐγνώκεισαν τὴν πορείαν. ἐνιαυτῷ γὰρ ἤδη πρότερον ἀπὸ Θρᾴκης ἐς Μακεδονίαν ὁ βασιλεὺς μεταβὰς ἔμελλεν εὐθὺς καὶ εἰς Ἤπειρον διαβαίνειν ἐπὶ τοὺς παρασπονδήσαντας Ἀκαρνᾶνας καὶ Αἰτωλούς. ἀλλ' ἐπέσχεν ἐν πόλει Θεσσαλονίκῃ μικρὸν ἡ συνήθης ἐπήρεια τοῦ σπληνός· ὃς ἐκ πολλῶν ἤδη τῶν χρόνων τροπήν τινα πεπονθὼς καὶ παραφορὰν τοῦ καθήκοντος σφόδρα ἐξῴδηκε νῦν καὶ τὴν ἔνδον γειτονοῦσαν τῶν σπλάγχνων οἰκονομίαν διέδραμεν, ὡς κακοσιτίαν ἐντεῦθεν συμβαίνειν λοιπὸν καὶ μελῶν ἀτονίαν καὶ θάνατον ἀπειλούσας λειποψυχίας. ῥαΐσας μέντοι μικρὸν ἐς Ἀκαρνανίαν ἀπῄει. ἔνθα δὴ τηνικαῦτα καὶ οἱ τῶν Τραπεζουντίων πρέσβεις ἐντετυχηκότες αὐτῷ τὰ τῆς πρεσβείας ἐξήγγειλαν.
(Γ.) Διατριβῆς δὲ μεταξὺ γινομένης καὶ τῆς τῶν Τραπεζουντίων ἡγεμονίας ὑπὸ γυναικὶ διοικεῖσθαι καλῶς καὶ βεβαίως οὐ δυναμένης, στασιάζειν τινὲς ἐπεχείρουν καὶ ἀνασείειν τὸν δῆμον. ὅθεν ἀναγκασθεῖσα Εἰρήνη ἡ βασιλὶς τῶν Τραπεζουντίων ἐξέπεμψε ταχυναυτοῦσαν τριήρη μετὰ πρέσβεων ἄλλων, καὶ σύν γε αὐτοῖς τὸν τῆς Τραπεζοῦντος ἀρχιθύτην, κατεπείξοντας τὴν προτέραν ζήτησιν αὐτῆς πρὸς τοῦ βασιλέως Ῥωμαίων. οἳ δὴ καταπλεύσαντες ἐς Βυζάντιον καὶ τὸν βασιλέα οὐχ εὑρηκότες ἀποστέλλουσιν ἐς βασιλέα ἱππέας ὀλίγους, οἳ καὶ γένει καὶ ἀξιώματι προέχειν τῶν ἄλλων ἐδόκουν. οἷς ἐνδημήσασι τῇ τῶν Θεσσαλονικέων μητροπόλει οὐκ ἐγένετο ἐντυχεῖν παρόντι τῷ βασιλεῖ. ῥαΐσας γὰρ πρὸ βραχέος ἐκεῖνος, ὡς εἴρηται, ἀπῄει πολιορκήσων τὴν τῶν Ἀκαρνάνων μητρόπολιν. ὅθεν ἔδοξε κατὰ χώραν μείνασι, γράμμασι μηνύειν τῷ βασιλεῖ τὴν τῆς ἀφίξεως αἰτίαν αὐτῶν.
(Δ.) Ἐπεὶ δ' ἐξουσίας κολακευούσης τὸ ἐπιθυμητικὸν τῆς γυναικείας ὀρέξεως πάντα χαλινὰ διαῤῥήγνυται, λανθανούσαις μίξεσι χρῆσθαι τὴν βασιλίδα Εἰρήνην ἐψιθυρίζετο πρὸς τὸν μέγαν δομέστικον τῶν Τραπεζουντίων. τοῦτο δὲ διατρέχον τὰς τῶν πολλῶν ἀκοὰς κατεστασίαζε τόν τε δῆμον καὶ μάλιστα τοὺς εὐγενείᾳ προὔχοντας· καὶ οἱ μὲν προσεχώρουν τῷ Τζανυχίτῃ, πλούτῳ καὶ δόξῃ τηνικαῦτα δυναμένῳ τὰ μέγιστα· οἱ δὲ τῷ μεγάλῳ δομεστίκῳ. οὕτω δὲ στασιασθείσης καὶ εἰς δύο σχισθείσης τῆς τῶν Τραπεζουντίων πόλεως, εἰς μάχην ἐμφύλιον ἐτελεύτα τὸ πρᾶγμα· ὅτε δὴ καὶ κατακοπῆναί φασι πλείστους τε ἄλλους ἐξ ἑκατέρων τῶν μερῶν καὶ ἐπὶ τούτοις Τζανυχίτην.
- [←5]
-
Παχυμέρης στον Ανδρόνικο, βιβλ. IV, κεφ. 7.
- [←6]
-
Γεώργιος Μετοχίτης, Orat. prim. histor.
Ό κλεινὸς ἐν Αὐτοκράτορσι Μιχαήλ, τὸ μέγα τῆς ἑώας καὶ ἑσπερίας λήξεως ὄνομα, μᾶλλον δὲ τῆς οἰκουμενικῆς τετραμερεἰας, τὸ φοβερὸν καὶ ἀγακλεὲς περιθρύλλημα …. . ὁ μεγαλόνους, ἄνθρωπος δὲ οὐράνιος, ὁ μεγαλουργὸς καὶ μεγαλεπήβολος.
