n_ch_1_14

Σημειώσεις Κεφαλαίου 1.14

[←1]

Τον Ιανουάριο του 1332.

[←2]

[Ψευδο-] Φραντζής βιβλ. III, κεφ. 1.
Ὁ δὲ τῶν ἀσεβῶν ἔξαρχος τῷ αὐτῷ δὴ ἔτει ἀπελθὼν κατὰ τοῦ Σφεντιάρη παρέλαβε τὴν ἐκείνου περιβόητον πόλιν Σινώπιον ὀνομαζομένην, ὃ δὴ κἀγὼ ἐθεασάμην· οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα αὐτοῦ τόπον παρέλαβεν, ἔτι καὶ τὴν Κερασοῦντα καὶ τὴν Τραπεζοῦντα ἀπὸ τῶν χειρῶν Δαβὶδ τοῦ Κομνηνοῦ τοῦ ἐκεῖσε τότε βασιλεύοντος καὶ ἅπασαν τὴν περίχωρον αὐτῶν, τοῦ βασιλέως Τραπεζοῦντος λέγω καὶ πάντων σχεδὸν τῶν ἐκεῖσε ἀτύχων καὶ ἀνωφελεστάτων αὐθέντων καὶ ἀρχόντων, οὓς ἐξελὼν ἐκεῖθεν κατῴκισεν αὐτοὺς ἐν τῇ Ἀνδριανουπόλει, ἔνθα δὴ καὶ τῆς Πελοποννήσου αὐθέντης ἦν ὁ δεσπότης κὺρ Δημήτριος, ᾧ καὶ δέδωκεν ἔχειν εἰς ζωάρκειαν αὐτοῦ καὶ τῶν αὐτοῦ τὴν μεγάλην Αἶνον, τὴν Λῆμνον, τὴν Ἴμβρον καὶ τὴν Σαμοθράκην.

[←3]

Codex Mss. Viennae apud Bolland. In Actis SS. Mens. Junii τόμ. I, σελ. 594.

[←4]

Προκόπιος, Κρυφή Ιστορία, κεφ. 24, σελ. 70. Eκδ. Παρισιού.
Ἕτεροι στρατιῶται, οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ τρισχίλιοι, τὰ ἐξ ἀρχῆς, ἐπὶ φυλακῇ τοῦ Παλατίου κατέστησαν· οὕσπερ σχολαρίους καλοῦσι. Καὶ αὐτοῖς συντάξεις ἀνέκαθεν, πλείους ἢ τοῖς ἄλλοις ἅπασι, τὸ δημόσιον ἀεὶ χορηγεῖν εἴωθε. Τούτους οἱ πρότεροι μὲν ἀριστίνδην ἀπολέξαντες ἐξ Ἀρμενίων, ἐς ταύτην δὴ τὴν τιμὴν ἦγον. Ἐξ οὗ δὲ Ζήνων τὴν βασιλείαν παρέλαβε, πᾶσιν ἐξουσία ἐγένετο, καὶ ἀνάνδροις καὶ ἀπολέμοις οὖσι παντάπασι, τούτου δὴ τοῦ ὀνόματος ἐπιβατεύειν. Προϊόντος δὲ τοῦ χρόνου, καὶ ἀνδράποδα κατατιθέντες τίμημα, τὴν στρατείαν ὠνοῦντο ταύτην. Ἡνίκα τοίνυν Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, οὗτος Ἰουστινιανὸς πολλοὺς ἐς τὴν τιμὴν κατεστήσατο ταύτην, χρήματα μεγάλα περιβαλόμενος. Ἐπεὶ δὲ τούτοις τοῖς καταλόγοις οὐδένα ἐνδεῖν τὸ λοιπὸν ᾖσθετο, ἑτέρους αὐτοῖς ἐς δισχιλίους ἐντέθεικεν, οὕσπερ ὑπεραρίθμους ἐκάλουν. … Ἡνίκα στράτευμα ἐπὶ Λιβύην ἢ Ἰταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη, καὶ αὐτοῖς ( ὡς) ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν· οἱ δὲ, τοῦτο ἵνα μὴ γένηται δείσαντες, χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν. Ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις ξυνηνέχθη παθεῖν.

[←5]

Notae Alamani in histor. Arcan. Procop. σελ. 165 Eκδ. Παρισιού.

[←6]

Ο Αγαθίας, ιστορικός του 6ου αιώνα, γράφει γι' αυτούς:
οὗτοι οἱ σχολάριοι στρατιῶται μὲν ὀνομάζονται, και ἐγγεγράφαται τοῖς τῶν καταλόγων βιβλἰοις, εἰσἰ δὲ οἱ πολλοὶ ἀστικοί τε φαιδροείμονες και μονο οἷμαι ὄγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προσόδοις μεγαλαυχίας έξευρημένοι.
Αγαθίας, Ιστοριών βιβλ. V.

[←7]

Πρβλ. κεφ. 11.

error: Content is protected !!
Scroll to Top